Ancient Greek
262.2
Paulus, Epitomae Medicae Libri Septem 262.2
Unproofread scanNot analysed yet
2 φλεγμαινότος δὲ τοῦ ἡπατος κοινῶς μὲν ἅπασιν πόνος γίνεται κατὰ τὸ δεξιὸν ὑποχόνδριον διήκων ἄνω μὲν ἄχρι κλειδός, κάτω δὲ ἄχρι νώμων πλευρῶν, καὶ πυρετὸς ὀξὺς καὶ βηχία ξηρὰ καὶ δίψα καὶ ἀνορεξία καὶ δύσπνοια, ἢ τε γλῶσσα πρῶτον μὲν ἐρυθρὰ φαίνεται, ὕστερον δὲ μέλαινα, ἐμοῦσί τε χολήν, καὶ ἡ γαστὴρ ἐπέχεται. παρα-πλησίων δὲ πως ὄντων σημείων καὶ τοῖς πλευριτικοῖς ἐν τῷ περὶ πλευρίτιδος τὴν διαφορὰν αὐτῶν εἴρηκαμεν.