Ancient Greek
273.2
Paulus, Epitomae Medicae Libri Septem 273.2
Unproofread scanNot analysed yet
Ὁ μὲν ἴκτερος ἀνάχυσις ἐστι χολῆς ἐν ὅλῳ τῷ σώματι γινομένη, 1 ποτὲ μὲν μελαίνης, περὶ ἧς ἐν τοῖς σπληνικοῖς ἐῤῥομεν, ποτὲ δὲ τῆς ξανθῆς· διαφοραὶ δὲ τούτων πλείονές εἰσιν, ὧν αἰτία τε καὶ διαγνωσεις αὗται· εἰ μὲν γὰρ ἐπὶ πυρετικῇ νόσῳ ἀθρόως γεγονὼς ὁ ἴκτερος 5 ἀποπαύσει τὸν πυρετόν, κριτικὸς ἐστὶν ἐκ τοῦ βάθους ἔξω μεταστάσης τῆς ὑλῆς συννεστηκὼς οὐδὲ φαρμακείας δεόμενος, ἀλλ' ἐπὶ λουτροῖς καὶ μετριᾷ τριῇει ταχέως ἀποκαθιστάμενος· εἰ δὲ σὺν πυρετῷ γίνοιτο καὶ χολώδεις διαχωρήμασι, βάρους μὲν ὄντος κατὰ τὸ δεξιὸν ὑποχόνδριον φλεγμονὴ ζέουσα δηλοῦται τοῦ ἡπατος, δι' ἧν ἐκχολούμενον τὸ αἷμα 10 καθ' ὅλον τὸ σῶμα φέρεται, χωρὶς δὲ βάρους ζέσεως οὐχὲς ἐν αὐτῷ διὰ δυσκρασίαν μόνην θερμὴν τοῦ ἡπατος τὸ πάθος συνίσταται· εἰ δὲ χωρὶς πυρετοῦ γίνοιτο λευκῶν ὑπαρχόντων τῶν διαχωρημάτων, τῆς χοληδόχου κύστεως δηλοῦται τὸ πάθος ἤτοι τῶν πόρων αὐτῆς, βάρους μὲν ὄντος κατὰ τὸ δεξιὸν ὑποχόνδριον ἐμπεφραγμένων, ἄνευ δὲ τοῦ- 15 του κατὰ δύναμιν ἀσθενούντων ἤτοι τὴν ἐλκτικὴν τοῦ ἐξ ἡπατος ἐλκοντος ἢ τὴν ἀποκριτικὴν τοῦ ἐξωθούντος εἰς ἔντερα· μὴ καθαριζόμενον γὰρ τὸ αἷμα χολώδες εἰς ὅλον ἀναδίδεται τὸ σῶμα, καθάπερ ἐπὶ τοῦ μέλανος ἐλέγομεν ἰκτέρου. εὐθὺς δὲ τούτοις καὶ τὰ οὖρα χολωδέστατα κατακώρωσ ἐκδίδεται. γίνεται δὲ ἴκτερος καὶ διὰ δυσκρασίαν θερμὴν 20 τῶν στερεῶν σωμάτων εἰς χολὴν μεταβαλλόντων τὸ λόγῳ τροφῆς αὐτοῖς φερόμενον, ὥσπερ εἰς φλεγματικὴν ὑγρότητα ἐπὶ τῶν ἀνὰ σάρκα συνισταμένων ὑδέρων ἢ μεταβολὴ γίνεται· διαγνωστέον δὲ τὸν τοιούτον ἰκτερον ἐκ τοῦ μὴ ἀθρόως ἀλλὰ κατὰ μέρος γίνεσθαι μηδενὸς τῶν εἰρημένων παρόντος. καὶ διὰ πόσιν δὲ δηλητηρίου φαρμάκου καὶ διὰ 25 ἰὸν ἐξωθεν ἐκ τινος ἰοβόλου προσπίπτοντα συνίσταται τὸ ἰκτερικὸν πάθος.