Ancient Greek
273.3
Paulus, Epitomae Medicae Libri Septem 273.3
Unproofread scanNot analysed yet
Τῆς μὲν οὖν θερμῆς δυσκρασίας τοῦ ἡπατος καὶ τῆς φλεγμονῆς 2 αὐτοῦ καὶ τῆς τῶν δυνάμεων ἀσθενείας τὴν θεραπείαν ἐμπροσθεν ἐν τῷ περὶ αὐτοῦ λόγῳ διήλωμεν, ἣν καὶ ἀπαραλλάκτως ἐνταῦθα μετε- 30 νεκτέον, ἵνα μὴ ταυτολογῶμεν. ἐμπεφραγμένων δὲ τῶν πόρων τῆς χοληδόχου κύστεως ἀμφοτέρων ἢ καὶ θάτερου μόνον φλεβοτομητέον αὐτοὺς ἀπ' ἀγκῶνος δεξίου· τινὲς δὲ καὶ τούτων καὶ τῶν διὰ φλεγμονὴν τοῦ ἡπατος ἰκτερικῶν τὴν ἐγγὺς τοῦ μικροῦ δακτύλου τῆς δεξιᾶς χειρὸς τέμνουσι φλέβα. καταπλάσμασι δὲ τοῖς ἀφλεγμόντοις χρῆστέον, 35 καὶ διὰ τῆς ἱερᾶς αὐτοὺς καθαρτέον, ἐπιτήδειοι δὲ καὶ οἱ κλυστήρες.