Ancient Greek
275.1
Paulus, Epitomae Medicae Libri Septem 275.1
Unproofread scanNot analysed yet
ἔμβασει καὶ κρατείτω τοὺς μυκτήρας ἕως ὀλίγου, καὶ θαυμαστῶς κενω-2θήσεται. να´. Περὶ προπτώσεως ὀμφαλοῦ. Τὴν μὲν αἰτίαν καὶ τὴν χειρουργικὴν θεραπείαν τῆς τῶν ὀμφα-5λῶν ἐξοχῆς ἐν τοῖς χειρουργουμένοις ἐροῦμεν· ἐπειδή δὲ τινες καὶ διὰ φαρμακείας εἰς τὸ κατὰ φύσιν ἐπανῆλθον, ταύτην ἐνταῦθα λεκτέον. στυπηρίας σχιστῆς <ἑ, τρυγὸς οἴνου <ἡ, ῥοδίνου <ἰ, κηκίδων ὀμφα-κίνων <β· οἴνῳ διεῖς καὶ μέλιτος ποιήσας πάχος ἐπίβρεχε ἐξωθεν ἐπιρ-ρίπτων σπογγάριον ὀξυκράτῳ δεδευμένον καὶ ταινιδίῳ καταλάμβανε. 10Ἄλλο. ἑρεγμοῦ λεπύρων καὶ κηκίδων καὶ βαλαυστίου τὸ ἴσον· ἕψε ἐν ὕδατι, ὅταν δὲ διαλυθῇ, τρίψας ἐπιμέλως ἐπιτίθει σὺν τῷ σπόγγῳ, καθάπερ προεῖρηται. Ἄλλο. μολιβδοῦ ῥινήματος <ἰς, κωνείου, μάννης, ψιμυθίου, ὑπο-κιετίδος χυλοῦ ἀνὰ <ἄ· οἴνῳ διαλύσας χρῶ, καθὰ προεῖρηται.