Ancient Greek
275.4 to 275.6
Paulus, Epitomae Medicae Libri Septem 275.4-6
Unproofread scanNot analysed yet
νβ´. Πρὸς τὸ ἀνῆβους καὶ ἀγενεῖους ἐπὶ πολὺ μένειν καὶ15πρὸς τὰς τῶν μορίων καὶ διδύμων φυλακάς· ἐν ταύτῳ δὲ καὶ ψίλωθρα. Κιμωλίας γῆς καὶ ψιμυθίου τὸ ἴσον· ἀναλάμβανε ὕοσκύαμου χυλῷ,1ὥστε σχεῖν γλοιοῦ πάχος, εἶτα ἐπιβάλλων ἑλαίου σχινίνου, ὅσον ἐξ-20αρκεῖ, ἀνάκοπτε καὶ χρῶ. Ἄλλο. Κωνείου χυλὸν καὶ στρύχνου καὶ ὕοσκύαμου καὶ θέρμιου τῶν ἀπαλωτάτων φύλλων καὶ ψυλλίου τὸ ἴσον· τρίψας χρῶ πρότερον ἀποσμήσας καὶ λούσας· δεῖ δὲ πρὶν ἡμέρας ὑδροποτεῖν. Ψίλωθρον ἀφανιστικὸν τριχῶν. 2 Ὀνίκων κατοικιδίων τῶν σφαιρουμένων <β, σανδαράχης <δ,25ἀσβέστου <ἡ, ὀξοὺς παλαιοῦ κύσθον ἄ, κονίας κυκίνης κοτύλην ἄ· ἕψε ἐν χύτρα καὶ χρῶ ἐν βαλανείῳ.