Ancient Greek
280.3
Paulus, Epitomae Medicae Libri Septem 280.3
Unproofread scanNot analysed yet
νζ'. Περὶ πριατισμοῦ. Ὁ πριατισμὸς ἐστὶν αὔξησις αἰδοίου μόνιμος εἰς μήκος τε καὶ κύκλον ὀγκουμένου χωρὶς ὀρμῆς τῆς πρὸς ἀφροδίσια· φυσῶδες δὲ ἐστι δηλονότι πνεῦμα τὸ ἐξογκοῦν τὸ μόριον τικτόμενον ἐξ ὑγρῶν [καὶ] γλίσχρων καὶ παχέων ὑπὸ θερμότητος μετρίας. πρόδηλον οὖν, ὡς οὐ δεῖ τὰ μόρια θερμαίνειν, ἀλλὰ ψύχειν ἐπικαὶς τῇ ῥοδίνη κηρωτῇ μεθ' ὕδατος ἀνακοπτομένη καὶ διὰ τοῦ χαμαιμήλου τῷ τε αἰδοίῳ καὶ ταῖς ψόαις ἐπιτιθέντα. τὴν δίαιταν καὶ φάρμακα προσάγειν τῆς λεπτυνοῦσης δυνάμεως ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς, προσάγειν δὲ καὶ τὰ φυσικῶς ἐνεργοῦντα τὰ διὰ τῆς πείρας εὐρημένα. τὴν τε οὖν νυμφαίαν πίνειν