Ancient Greek
281.1
Paulus, Epitomae Medicae Libri Septem 281.1
Unproofread scanNot analysed yet
καὶ τούτοις διδόναι καὶ τὸ τοῦ ἄγνου σπέρμα καὶ πηγάνου χλωροῦ τοῖς ὀμοῖς μιγνύντα· τοῦτο δὲ κατ’ ἀρχὰς μὴ διδόναι (θερμαίνει γὰρ ἰκανῶς), ἀλλ’ ὕστερον μετὰ τὴν χρήσιν τῶν ἄλλων λεπτυνόντων. κενύσει δὲ χρῶμενον δι’ ἐμέτων τοῦτο ποιεῖν· αἱ γὰρ διὰ τῆς κάτω γαστρὸς ῥευματίζουσι πολλάκις γεινιῶντα τὰ μόρια. καὶ γυμνασίαν δὲ καὶ τρίψιν παραληπτέον πρὸς τὴν τῶν πνευμάτων διαφορήσιν. οὐδενὶ τῶν εἰρημένων ἀρμόζει συνουσία, πλὴν ἐφ’ ὧν διὰ τὴν ταύτης ἀποχὴν πλεονάζειν στοχαζόμεθα.