Ancient Greek
281.2
Paulus, Epitomae Medicae Libri Septem 281.2
Unproofread scanNot analysed yet
νη’. Περὶ ἀπράκτων μορίων. Οἱ τοῦτο τὸ πάθος ἔχοντες οὐχ ὁρμῶσι πρὸς ἀφροδίσια καὶ ἀθυμοι διὰ τοῦτο γίνονται· αἰτία δὲ τούτων ἢ τῶν μορίων παράλυσις ἢ σπέρματος ἔνδεια. τῶν τε οὖν γεννητικῶν τοῦ σπέρματος ἐν τοῖς ὑγιεῖσι κατὰ τὸ πρῶτον βιβλίον εἰρημένων καὶ τῶν παρορμούντων εἰς συνουσίαν κατὰ τὴν ἀπλὴν δύναμιν νυνὶ τὰ ἰσχυρότερα προσθετέον. κοινῶς μὲν οὖν τοῖς πρὸς παράλυσιν ἀκόποις κάνταῦθα χρηστέον· ἴδιως δὲ καύσας ἀσκαλαβώτην λειοτρίψας, εἶτα ἐπιβαλὼν ἔλαιον χρήσον τοῦ δεξιοῦ ποδὸς τὸν μέγαν δάκτυλον καὶ συγγίνου· εἰ δὲ βούλει παύσασθαι, ἀπόπλυνον τὸν δάκτυλον. καὶ τὸ διὰ τῶν ἀσκαλαβωτῶν δὲ πολυμίγματον φάρμακον τῶν δραστηρίων ἐστί. προποτίζειν δὲ τοῖς ἐνστατικοῖς, οἷόν ἐστι πρῶτον τοῦτο· πεπέρεως, κυναρίων, πετροσελίνου, ἐλαφείου αἰδοίου μνήματος, τερεβινθίνης ἴσα· μέλιτι ἀναλάμβανε.