Ancient Greek
287.2
Paulus, Epitomae Medicae Libri Septem 287.2
Unproofread scanNot analysed yet
Ξα'. Περὶ ἐποχῆς ἐμμήνων. 1 Ἐπéχεται ἡ ἐμμηνοσ κάθαρσις ποτὲ μὲν ὅλου τοῦ σώματος ἀρρώστως διακειμένου, ποτὲ δὲ τῆς ὑστέρας αὐτῆς ἴδιον πάθος ἀναδεδεγμένης διὰ ψύξιν ἐντόπιον ἢ πληγὴν ἢ δυσκρασίαν ἐκ γενετῆς ἢ ἐπίκτητον κάκωσιν, ὡς τὸ πολὺ δὲ ἐκ τῶν ἀμβλώσεων καὶ διὰ τι μέρος τῶν κυριωτέρων πρωτοπαθῆσαν, οἷον ἧπαρ ἢ κοιλίαν ἢ θώρακα 10 ἢ τι τῶν τοιούτων ἐν χρονίῳ γεγονὸς πάθει· ἐπισχεθεῖσα δὲ πολλῶν καὶ χρονίων παθῶν εἴωθεν αἰτία γίνεσθαι. ὅταν μὲν οὖν διὰ τινὰ τῶν ἐντοσθιδίων πρωτοπάθειαν ἀποκόπηται ἢ στραγγεύηται ἢ κάθαρσις, προὔργιαίστατόν ἐστιν ἢ τοῦ πρωτοπαθήσαντος θεραπεία καὶ μετ' αὐτὴν ἢ τῆς ὑστέρας ὑπόμνησις· τὴν δὲ τούτων σημεῖωσιν ἐν τοῖς ἐμ- 15 προσθεν εἴρηκαμεν. ὅταν δὲ μηδὲν ἐκείνων παρῇ, δῆλόν ἐστιν αὐτὴν πρωτοπαθεῖν τὴν ὑστέραν. μὴ κωλυούσης οὖν ἡλικίας ἢ ἐξεως ἢ ἑτέρου 2 τινὸς φλεβοτομία χρηστέον μὴ πρὸ τῆς τῶν ἐμμήνων προθεσμίας, παρελθοῦσης δὲ ἐπιμετρείσθωσαν ἡμέραι δέκα· ἀφαιρεῖσθω δὲ μήτε πλέον β L' λιβρῶν μήτε ἐλάττον μιᾶς. εἰτε δὲ φλεβοτομήσαιμεν εἰτε μή, τῇ 20 διὰ κολοκυνθίδος ἱερὰ καθαίρειν διδόντας δύο δραχμῶν πλήθος ἐν ξ κυάθοις μελικράτου. πυρετοῦ δὲ παρόντος τῇ μὲν ἱερὰ χρήσθαι οὐκ ἐγχωρεῖ, εὐκαιρον δὲ ἐστι φλεβοτομεῖν ἐν ταῖς πρώταις τοῦ πυρέσσειν ἡμέραις. μετὰ δὲ τὴν κάθαρσιν ἀναληπτέον ἐπ' ὀλίγας ἡμέρας, ἐν δὲ ταῖς ἐξῆς γυμναζέσθω περιπάτοις καὶ τρίψει τῶν κάτω καὶ λουέσθω· 25 τροφαὶ δὲ ἀρμόζουσιν εὐδιοίκητοι καὶ ὑγραί, λάχανα τὰ γλυκέα ἀπαντα, ἰχθύων οἱ πετραῖοι, πτηνῶν τὰ ἀπαλωτέρα, γαλακτοποσίαι, μελιττώματα, οἶνος λεπτὸς λευκὸς μὴ πᾶνυ παλαιός· ἄθετα κρέα καὶ ὀστρία πλὴν πτισάνης. πλησίον δὲ τῆς προθεσμίας γενομένης διδόναι τῶν θα- 3 λασσίων τὰ σελάχια καὶ τὰ μαλάκια, ὡς εἴρηται, καὶ τὰ ὀστρακόδερμα 30