Ancient Greek
288.1
Paulus, Epitomae Medicae Libri Septem 288.1
Unproofread scanNot analysed yet
καὶ τὰ κεφαλῶτα πράξα σύν πηγάνῳ καὶ πεπέρει ἐψηθέντα, καὶ τὸ ἀφέψημα αὐτῶν πινέτωσαν. τότε δὲ καὶ δεμοῖς τὰ κάτω διασφίγγειν μέρη ἐπὶ τρεῖς ἢ τέτταρας ἡμέρας· ἐντάσης δὲ τῆς προθεσμίας περιαἱρείσθω μὲν ἡ σφίγξις, προποτιζέσθωσαν δὲ σμύρνης ὀβολὸν ἢ κυάμου 5 μέγεθος ἢ καστόριον διὰ γλυκέος ἢ μελικράτου ἢ ἀφέψημα ἄρτεμισίας ἢ ἐλελισφάκου μετὰ λουτρὸν διὰ γλυκέος καὶ ἀψινθίου· ἀψινθίτης δὲ 4 παρ’ ὅλην τὴν θεραπείαν προποτιζέσθω. παρελθούσης δὲ τῆς προθεσμίας καὶ μηδενὸς ἢ μὴ ἀξιολόγως ἐκκριθέντος ἀπὸ σφυροῦ φλεβοτομητέον, καὶ ἐπαφαρείσθω· μετὰ δὲ τὴν ἕβδομην ἢ ὀγδόην ἡμέραν 10 τῇ διὰ τῆς ἱερᾶς χρήσθω καθάρσει καὶ μετὰ τετάρτην ἡμέραν ὀρωπακιζέσθω κατὰ τε ἵτρου καὶ ὀσφύος καὶ μηρῶν, ὑδροποθήσασα δὲ τρεῖς ἡμέρας καταπλασκέσθω νάπυ ἴσον πρὸς ἴσον ἄρτου βεβρεγμένου· ἄχρι ὧρας ἰσμερινῆς, ἔπειτα λουέσθω· τῷ δὲ ἕξης μηνὶ ἰχάδες ἀντὶ τοῦ ἄρτου μιγνύσθωσαν εἰς ἀφέψημα τήλεως καὶ μαλάχης καὶ γλήχωνος 15 καὶ πηγάνου καὶ ἄρτεμισίας, εἰς δὲ τὸν κόλπον ἐγχυματιζέσθω Σούσινον ἢ ἀμαράκινον, καὶ πεσσὸς προστιθέσθω ὁ ἐννεαφάρμακος ἢ ὁ Λιβιανός· πεσσὸς δὲ ἐστὶν ξῖριον διεξαμένον καὶ ἤτοι σφαρωθὲν ἢ δακτύλου σχῆμα εἰληφός, ἐν ᾧ ἐγκατέχεται τὰ φάρμακα. 5 αὕτη μὲν οὖν ἡ θεραπεία πλείστας ἤρκεσεν πρὸς κάθαρσιν· εἰ δὲ 20 ἰχυροτέρων δεῖσθω φαρμάκων, εἰσί τάδε· ἴρις Ἰλλυρικὴ πινομένη μετ’ οἴνου, καὶ κύπερις καὶ ἄρου ρίζα καὶ κασία καὶ σχοίνου ἄνθος καὶ νάρδος ἐλενίου τε ρίζης ἀφέψημα καὶ σμύρνης κυάμου Ἑλληνικοῦ μέγεθος σύν γλυκεῖ πινόμενα ἐν ἡμίσει κυάθου μελικράτου καὶ δικτάμνου ἀφεψήματος κύαθοι β καὶ ἀμμωνιακὸν καὶ σαγαπηνόν, ταῖς δὲ δυσπαθε- 25 στέραις τὸν στόμαχον καὶ ὀποπάνακος βραχὺ σφαρωθὲν καὶ ἐν ἀπέφθω μέλιτι βραχέν· καὶ τὰ συνήθῃ δὲ ἡμῖν σπέρματα κινεῖν πέφυκεν, ἑλαττον δέ, οἷον μάρathon, κύμινον, σέλινον, δαύκος Κρητικός, σέσελι, ἄμμι, σίνων, ἐρέβινθοι καὶ κεδρίδες καὶ πάντα τὰ διουρητικά· πρόσθετα δὲ σμύρνα ἀψινθίου ἢ θέρμων ἀφεψήματι λεανθείσα ἢ πηγάνου χυλῷ 30 λεανθείσα βδέλλιον τε ὡσαύτως, στύραξ τε καὶ τῆς ἀγρίας ἐλαίας τὸ