Ancient Greek
29.2
Paulus, Epitomae Medicae Libri Septem 29.2
Unproofread scanNot analysed yet
κʹ. Περὶ κόπων τῶν ἐπὶ γυμνασίοις. Ὁ ἐλκώδης κόπος ἐπὶ πλήθει γίνεται περιττωμάτων λεπτῶν τε ἅμα καὶ δριμέων. ὁ δὲ τονώδης περίττωμα μὲν οὐδὲν ὅτι καὶ ἀξίων λόγου ἐγχεῖσθαι τοῖς σώμασιν ἐνδείκνυται, κατὰ δὲ τοὺς μῦς καὶ τὰ νεῦρα διάθεσις τις ἐγγίνεται, καθʼ ἣν τείνεσθαι δοκοῦσιν. ὁ δὲ φλεγμονώδης, καθʼ ὃν ὥσπερ τεθλασμένων ἢ φλεγμαινόντων αἰσθανόμεθα τῶν μορίων, τηνικαῦτα συμπίπτειν εἰώθεν, ὅταν ἐκθερμανθέντες ἱκανῶς ἐπισπάωνται τι τῶν περικεχυμένων ἑαυτοῖς περιττωμάτων. ἔστι δὲ καὶ ἄλλη διάθεσις τετάρτη, ἥς ἡ μὲν γένεσις ἐν τῷ ξηρανθῆναι τοὺς μῦς περαιτέρω τοῦ προσήκοντος, ὥστε ἀποδύντων αὐχμηρῶν καὶ προσεσταλμένον φαίνεσθαι τὸ σῶμα καὶ πρὸς τὰς κινήσεις ὀκνεῖν. τὴν δὲ ἰασιν ὁ μὲν ἐλκώδης κόπος ἔχει τὴν διαχώρησιν τῶν περιττωμάτων διὰ τριψεῶς τε πολλῆς καὶ μαλακῆς σὺν ἐλαίῳ πολλῷ μηδεμίαν ἔχοντι στυφίν. ὁ δὲ ἕτερος ὁ τονώδης τὸν σκοπὸν τῆς ἰάσεως ἔχει τὴν χάλασιν· χαλάται δὲ τὸ συντεταμένον τρίψει μὲν ὀλίγῃ τε ἅμα καὶ μαλακῇ διʼ ἐλαίου γλυκέος εἰληθεροὺς ἀναπαύσει τε πάσῃ καὶ ἡσυχίᾳ καὶ λουτροῖς εὐκράτοις καὶ διατριβῇ πλείονι κατὰ τὸ θερμὸν ὕδωρ· ὥστε, εἰ καὶ δις καὶ τρίς αὐτὸν λούοις, ὀνήσεις μειζόνως. ὁ δὲ δὴ τρίτος τῶν κόπων ὁ φλεγμονώδης τῆς ἰάσεως τρεῖς ἔχει σκοπούς, κένωσιν τοῦ περιττοῦ καὶ ἄνεσιν τοῦ συντεταμένου καὶ ἀνάψυξιν τοῦ φλογώδους. ἐλαίῳ τε οὖν πολὺ χλιαρὸν αἱ τε τρίψεις μαλακώταται καὶ ἐν τοῖς εὐκράτοις ὕδασι διατριβὴ πολυχρονιωτάτη τοὺς τοιούτους ἴαται κόπους, οὕτω δὲ καὶ ἡσυχία πολλὴ καὶ μάλιστα συνεχὴς. ἡ δὲ τετάρτη διάθεσις δεῖται κατὰ μὲν τὴν πρώτην ἡμέραν οὐδενὸς ἐξηλλαγμένου παρὰ τὸ πρόσθεν ὅτι μὴ θερμότερου τοῦ ὕδατος, ὡς συνάγειν ἄτρεμα, κατὰ δὲ τὴν δευτέραν ἀποθεραπευτικοῦ γυμνασίου· ἐκπηδάτωσαν εὐθέως ἐν τοῖς λουτροῖς [ὡς] ἐκ τῆς ψυχρᾶς δεξαμένης. εὐθὺς δὲ ἅπαντες οἱ κεκοπωμένοι δέονται τροφῆς.