Ancient Greek
30.1
Paulus, Epitomae Medicae Libri Septem 30.1
Unproofread scanNot analysed yet
κα'. Περί στεγνώσεως δέρματος. Ἡ δὲ στέγνωσις γίνεται μὲν δι' ἐμφραξιν ἢ πύκνωσιν τῶν πόρων, καὶ ἡ μὲν ἐμφραξις διὰ πλήθος ἢ πάχος ὑμῶν καὶ ἀπέπτων χυμῶν, ἡ δὲ πύκνωσις ἢ διὰ τὰ ψύχοντα ἢ τὰ στέφοντα ἢ τὰ ξηραίνοντα. διαγιγνώσκεται δὲ εὐθὺς μὲν ἀποδύτων ἀχροία τε λευκὴ ἄμα καὶ σκληρότητι καὶ πυκνώσει τοῦ δέρματος, κατὰ δὲ τὸ γυμνάζεσθαι τῷ δυσεκθερμάντῳ. ἡ δὲ ἱασις τῆς τοιαύτης διαθέσεως θερμανσίς ἐστι. συντονωτέροις οὖν γυμνασίοις χρηστέον καὶ βαλανείοις θερμότεροις, ἡ δὲ ἐν τῇ ψυχρᾷ κολυμβήθρᾳ διατριβὴ μὴ πολυχρόνιος γινέσθω, μηδὲ αὐτὸ τὸ ὕδωρ ἄγαν ἔστω ψυχρόν· ἐνδύεσθαι δὲ μέλλοντες ἀλειφεσθωσάν τινι τῶν μετρίως θαλπόντωνν ἐλαίῳ τῷ γλυκεῖ καὶ λεπτομερεῖ. τὰς πυκνώσεις δὲ τοῦ δέρματος ἰκανῶς ἰᾶται καὶ τὸ ἀνθίνον ἔλαιον, καὶ μάλιστα, εἰ χλωρὸν εἴη τὸ ἄνθον, καὶ τὸ αἰγειρίνον ἔλαιον.