Ancient Greek
296.7
Paulus, Epitomae Medicae Libri Septem 296.7
Unproofread scanNot analysed yet
διενεχθήσεται πόρων. 57 Περὶ καρκίνου. 1 Τῶν ἐν μήτρα καρκίνων οἱ μὲν μεθ’ ἕλκώσεως, οἱ δὲ χωρὶς ἕλ- δὲ ταῦτα κηρωτὴ ἐπιρριπτέσθω διὰ ῥοδίνου ἢ μυρίνου ἢ οἰναθίνου ἢ μηλίνου μετὰ φοινίκων ἐν γλυκεῖ ἐφθῶν. ἰδίως δὲ συμπεφύνηται τὸ διὰ τῆς ὑποστάμης τῆς ἐν τοῖς χαλκέοις, ἥτις ἐποπθηθεῖσα λειοτριβεῖται καὶ ἀναλαμβάνεται κηρωτὴ ῥοδὴν μέχρι εὐστάσεως ἐμπλαστρώδους. ταῦτα μὲν ἔσθον· ἔσθον δὲ παρηγορεῖ τοὺς τόπους καὶ ἕλαιον, ἐπειδὰν ἠλκυμένοι τύχοιεν, καὶ γάλα γυναικεῖον ἐγχυματιζόμενον ὁ τε χυλὸς τοῦ ἀρνογλώσσω χλιαρός· εἰ δὲ αἱμάσσοιτο, χυλὸς πολυρόνου σὺν βραχεῖ λιβανωτοῦ παρηγορεῖ καὶ πεσσοὶ διὰ κρόκου καὶ γυναικείου γάλακτος καὶ ὀποῦ μήκωνος καὶ ὕσσωπου. πάντων δὲ ἀμείνον ἐνεργεῖ καὶ πρὸς τὰς ἕδρικὰς διαθέσεις τοῦτο· λιθαργύρου Ἰταλικῆς πεπλυμένης Γ ε, λιβάνου ἄρρενος, ὕσσωπου, στέατος χοιρείου νεαροῦ, βουτύρου προσφάτου, κηροῦ Τυρρηνικοῦ ἀνὰ Γ β, ῥοδίνου Γ δ· τὴν λιθάρυρον λειώσας σέρεως χυλῷ τοῖς τηκτοῖς ἐνέβαλον. τροφὰς εὐδιοκήτους δοτέον εὐχύμους, οἶνον ὀλίγιστον ὑδαρή, φυλαττομένους δριμυφαγίας καὶ τροφῆς πλήθους· ἑτοίμως γὰρ αὐταῖς τὰ σιτία διαφθείρεται.