Ancient Greek
297.2
Paulus, Epitomae Medicae Libri Septem 297.2
Unproofread scanNot analysed yet
ζη'. Περὶ σκίρρου καὶ σκληρωμάτων. Σκιρροῦται, ἡ μήτρα ποτὲ μὲν αἰφνίδιον μηδενὸς προφανέντος, τὰ πολλὰ δὲ φλεγμονῆς προηγησαμένης καὶ μήτε λυθείσης μήτε εἰς ἀπόστημα μεταβληθείσης. ἐν εἴδει δὲ τοῦ σκίρρου καὶ τὸ λεγόμενον σκληρῶμά ἐστιν περὶ τῇ τραχήλῃ τῆς μήτρας ὡς μάλιστα συνιστάμενον, ὅγκον μὲν ὁμοίως ἔχον, ἥσων δὲ ἀντίτυπον, μετὰ ἀλγήματος συμμέτρου· παρέπεται δὲ καὶ τούτοις παρέγκλειαι ἐπὶ τὰ ἀντικείμενα, ὅγκος πρὸς λόγον τῆς πιλήσεως ἰχυρός, ἀντίτυπος, μετὰ βάρους καὶ δυσκινησίας οὐ σκελῶν μόνον ἀλλὰ καὶ τοῦ ὅλου σώματος, ὄκνος τε πρὸς τὰς πράξεις· αἷς ἕπεται μὴ καλῶς ἀχθείσαις καχεξία ὑδρωδης. ἐν ἀρχῇ τοίνυν φλεβοτομητέον ἢ κάθαρσιν παραληπτέον διὰ τῆς Ἀρχιγένους ἱερᾶς, εἶτα καταπλάσματα διὰ ἰχάδων, ὕσσωπου, νίτρου, ἀμινθίου, καὶ σικύας μετὰ καταχασμῶν, μαλάγματα δὲ τὸ πολυάρχιον, τὸ διὰ σπερμάτων, τὸ διὰ δαφνίδων, ἐγκαθίσματα δι' ἀφεψήματος ἰχάδων, ἄρτε-