Ancient Greek
304.1
Paulus, Epitomae Medicae Libri Septem 304.1
Unproofread scanNot analysed yet
τῶν εὐωδῶν σπερμάτων τὸ τε κύμινον καὶ ἄνικον καὶ γλήχους κόμην καὶ ἀρκευσίδων καρπὸν ἑκάστῳ πεπέρεως μίγνυσι. αἱ δὲ αὐτῶν τῶν ὑστερῶν πυρίαι τοῦτο μὲν ἄτμοι ἔστωσαν καθεζομέναις ἐπὶ δίφρον, τοῦτο δὲ θερμὸν ὕδωρ προσκλυζόμενον, ἐν ᾧ ἤψεται ἐλελίσφακος καὶ ἄρτεμισία καὶ πήγανον καὶ κύπερον καὶ γλήχων καὶ ἄκορον καὶ τὰ εὐὠδὴ σπέρματα. καταπλαττεῖν δὲ καὶ τὸ ἤτρον τούτων ἑκάστῳ· ἀγαθὸν δὲ καὶ τὸ Πολυάρχου ἐπίθεμα. αἱ γε μὴν τρίψεις τοῦ ἤτρου καὶ τῶν ἰχίων οὐδενὸς ἥσσῳ συμφέρουσι. καὶ προσθέτοις χρῆσθαι διὰ τε σμύρνης καὶ πήγανου καὶ χαλβάνης καὶ καστορίου προπυριαθείσαν μελικράτῳ ἢ θαλάσσῃ· ἀγαθὸς δὲ πρὸς ταῦτα καὶ ὁ πεσσὸς ὁ λεγόμενος γονή.