Ancient Greek
304.2
Paulus, Epitomae Medicae Libri Septem 304.2
Unproofread scanNot analysed yet
4 Τὰς δὲ θερμωτέρας τῶν ὑστερῶν τεκμαίρεσθαι μὲν τῷ τε ἄλλῳ σώματι θερμωτέρῳ ὄντι καὶ τοῖς καταμηνίοις ὀλίγοις καὶ σὺν πόνῳ καὶ τῷ ἑλκοῦν τὰ αἰδοῖα τῆς γυναικός. ἐπανορθοῦσθαι δὲ διὰ τῶν μετρίως ὑγραίνοντων τε καὶ ψυχόντων, οἷά εἰσι λάχανα μὲν θριδακίνα καὶ μαλάχαι καὶ βλίτον καὶ κολοκύνθη καὶ σίκυος καὶ πέπων ἀτράφασξὺς τε καὶ ἀνδράχνη, καὶ τὰ ἄλλα δὲ σιτία τὰ παραπλήσια· τῇ δὲ κύστει καὶ τῷ ἐπιγαστρίῳ καὶ τῇ ὀσφύι προσάγειν ψυκτήρια καταπλαττόντα καὶ τοῖς χυλοῖς ἐπιχρίοντα.