Ancient Greek
304.3
Paulus, Epitomae Medicae Libri Septem 304.3
Unproofread scanNot analysed yet
5 Εἰ δὲ καὶ δι’ ὑγρότητα τῶν ὑστερῶν μὴ κυίζκοιντο, σημεῖον μὲν τὸ τε καθυγραίνεσθαι κατὰ τὰς συνουσίας λεπτότερόν τε καὶ πολὺ φέρεσθαι τὸ καταμήνιον. δίαιτα δὲ ταύταις ἀρμόζει ξηρωτέρα πόνοι τε καὶ τρίψεις τῶν ἄνω πλείους καὶ ξμετοὶ ξηρότης τε καὶ μετριότης σιτίου. εἰ δ’ ἂν ἔχοι καὶ τὴν ὑστέρην στρυφνοῖς φαρμάκοις συγκεραύνειν, οἷά ἐστι σχίνου τε ἀφέψημα καὶ μύρτων καὶ ῥόδων καὶ ῥοῦ ἐπὶ τε ῥοιάς ἄνθους καὶ βάτου τῶν ἀπαλῶν καὶ κηκίδος.