Ancient Greek
305.1
Paulus, Epitomae Medicae Libri Septem 305.1
Unproofread scanNot analysed yet
τῶν δακνόντων, καθαίρειν τὴν γυναῖκα, ὡς ἑκάστῳ χυμῷ οἰκεῖόν ἐστι, μάλιστα δὲ τῇ διὰ τῆς ἁλὸς πικρᾷ, κἄπειτα τῷ ὄρῳ τοῦ γάλακτος κατακλύσαι δίαιτάν τε χρηστοτέραν ἐξευρεῖν. τοὺς δὲ φλεγματώδεις χυμοὺς πόνοις τε καὶ ἰδρωτηρίοις καὶ ἑμέτοις κενοῦν [ἤγουν κάτωθεν]· ἐπὶ δὲ καὶ τῷδε τῷ φαρμάκῳ· ἐπίθυμον, εὐφόρβιον, πέπερι, δαΐκου σπέρμα, πετροσελίνου σπέρμα, πάντα τρίψας ὅσον <β δοῦναι πιεῖν. τοῦτο καὶ τὰ κατὰ γαστέρα καλῶς ἄγει καὶ τὴν ὑστέραν θερμαίνει, ὥσπερ πολλαῖς ἤδη καὶ καταμήνια ἔρρηξεν τέως οὐ καθαιρομέναις. ὅταν δὲ τὸ ἐπανόρθωμα δῆλον γένηται τοῖς καταμηνίοις χρηστῶς ἰοῦσι, τῆνικαῦτα δεῖ μίγνεσθαι ληγούσης τῆς καθάρσεως.