Ancient Greek
305.2 to 305.4
Paulus, Epitomae Medicae Libri Septem 305.2-4
Unproofread scanNot analysed yet
Ἐπεὶ δὲ καὶ πνεύματα ἐν τῇ ὑστέρᾳ ἔνοντα κυλίσκεσθαι, τὴν μὲν σημεῖωσιν αὐτῶν ἐκ τῶν περὶ ἐμπνευματώσεως ὑστέρας ληπτέον· θεραπεύειν δὲ πρῶτον μὲν ἐνδεέστερον αὐτὴν διαιτῶντα, προσφέροντα δὲ κύμινόν τε καὶ ἄνηθον καὶ σελίνου σπέρμα καὶ πηγάνου καὶ ἄνηθου καὶ τῶν ἀρωμάτων τὰ πολλὰ διδόντα τὰ μὲν πίνειν, τὰ δὲ προστίθεσθαι. Τὰς δὲ μεμυκίας ὑστέρας στομοῦν χρὴ προσκλῦζοντα τοῖς εὐῦδσει καὶ πυριῶντα τοῖς τε διὰ μαλάχης καὶ λινοσπέρμου καὶ τήλεως καὶ ἐλαίου, ἐστὶ δὲ ὅτε καὶ μέλιτος, ἰσχυροτέροις τε τῇ τε ἀρτεμισίᾳ καὶ κονύζη καὶ καλαμίνῃ καὶ γλήχωνι καὶ ἄνθεμίδι. προσθέτοις δὲ χρήσθαι τερμινθίνῃ καὶ νίτρῳ καὶ σικύου ἄγρίου τῷ ἐλατηρίῳ καὶ κασσίᾳ καὶ ὄρῳ πίσης. Αἱς δὲ κέχηνε τὸ στόμα, δίαιτα μὲν καὶ πυρίαι καὶ φάρμακα ἑπρότερα καὶ στύφοντα, κύτινοι ῥόων καὶ σχίνος καὶ ρίζαι βάτου καὶ μύρτα καὶ τὰ ἐπὶ τῆς ὑγροτέρας ὑστέρας ἀρμόζοντα. τὰς δὲ διατροφὰς πυρίσις ἐξευθύνειν καὶ τοῖς μαλακτικοῖς καθέτοις. μῖξις δὲ ἡ ἐξ ὀπισθεν δοκεῖ πρὸς κύησιν συμφέρειν.