Ancient Greek
306.3
Paulus, Epitomae Medicae Libri Septem 306.3
Unproofread scanNot analysed yet
2 αἱμορροΐδες δὲ γίνονται περὶ τὸ στόμιον τῆς μήτρας ἢ τὸν τράχηλον· αἱ καταληφθῆσονται διώπτριζόμεναι τῶν μερῶν ἐκ τοῦ ὑπεροχὴν φαίνεσθαι κατὰ μὲν τοὺς παροξυσμοὺς ἐναλγῆ διαμόν τε καὶ ἐν-ερευθῆ, ἐν δὲ διαλείμμασι ῥυχήν καὶ ἀναλγῆ καὶ ὑποπέλιον καὶ τρυγώδη. ἐφ´ ὧν δεῖ, εἰ μὲν δυνατόν, ἐν διαλείμμασιν ἐκτομὴ χρήσθαι μυδίῳ διακρατησάντα, εἰ δὲ μή, διὰ φαρμάκων γοῦν αὐτὰς ἀποστυφεῖν πῇ μὲν προσκαπτόμενον ξηροῖς σιδίοις μετὰ κηδὸς ἢ τινὶ τοιούτῳ, πῇ δὲ τοῖς ἐπὶ τῆς αἱμορραγοῦσης ὑστέρας ἐκθεθείς χρῶμενον· ἃ καὶ τοῖς δι´ ἀρρωστίαν αἱμορραγοῦσαις ἀρμόσει διαγινοσκομέναις μάλιστα τῇ συνεχῶς αἱμάσσειν τὴν ὑστέραν ἐκ διαλειμμάτων καὶ οὐκ ἐν τῷ τῆς ἐμμήνου καθάρσεως μόνον χρόνῳ.