Ancient Greek
305.5
Paulus, Epitomae Medicae Libri Septem 305.5
Unproofread scanNot analysed yet
12 τῶν περὶ ἐμπνευματώσεως] cap. 70 οε´. Περί ῥαγάδων καὶ κονδυλωμάτων καὶ αἱμορροΐδων. 1 Περί τὸ τῆς ὑστέρας στόμιον γίνονται ῥαγάδες ἐκ βιαίων τόκων, καὶ τὸ μὲν πρῶτον διαλανθάνουσιν ἐπὶ προσφάτων ὄντων τῶν ἀπὸ τῆς τέξεως πόνων, ὑστερον δὲ κατ´ ὀλίγον ἐν αἰσθήσει γίνονται, ποτὲ μὲν πρὸς τὰς χειραψίας, ποτὲ δὲ κἂν ταῖς συνουσίαις, ὥστε καὶ αἱμάσσονται διὰ τὴν παρατρίψιν. ἐλέγχονται δὲ τοῦ κόλπου διασταλέντος· καὶ γὰρ ἐπιρρήσεις κύκλῳ τοῦ στομίου θεωροῦνται. ἐφ´ ὧν δεῖ τὴν τε χειρουργίαν καὶ τὰ δηκτικὰ τῶν φαρμάκων παραιτούμενον τοῖς ἀπλουστέροις ἐγκαθίσμασί τε καὶ πεσσοῖς χρῆσθαι· ἀρμόζει δὲ ἡ τετραφάρμακος ἀνειμένη. εἰ δὲ τυλῶδης εἴη, τῷ διὰ χάρτου χρηστέον μετὰ ῥοδίνου· εἰ δὲ μὴ φέροιεν αὐτοῦ τὴν εὐτονίαν, ἱρὶν Ἰλλυρικὴν τερμινθίνην ἀναλαβὼν ἐντίθει. ἀπουλωθέντων δὲ τῶν ἑλκῶν ἀρμόσοι ἂν τὸ διὰ καδμίας ἢ τι τῶν ἐδρικῶν, ὥσπερ τὸ διὰ λιθαργύρου. ἐπειδὴ δὲ συμβαίνει τὰς ῥαγάδας χρονίζουσας ἀποκονδυλοῦσθαι, τοῖς παραπλησίοις ἐκτυλωτέον τε καὶ εἰς οὐλὴν ἄκτεον τὰ κονδυλώματα.