Ancient Greek
313.1
Paulus, Epitomae Medicae Libri Septem 313.1
Unproofread scanNot analysed yet
τος σκευαζόμενον καὶ τὸ διὰ τῶν μήλων τῶν Κυδωνίων καὶ τὸ διὰ τῆς πικρᾶς ἀντιδότου καὶ τὰ διὰ τῆς ἄλῃς καταπότια. κατὰ δὲ τοὺς παροξυμοὺς ἕσθην τῷ ῥόδινῳ χρησόμεθα μετὰ τῆς λεκίθου τοῦ ψοῦ καὶ βραχέος οἴνου προσανατρίβοντες ἡρέμα τὸ μόριον· καὶ τὰς ψυχούσας δὲ τῶν βοτανῶν προσενέγκωμεν, οἷον στρύχνον, ἀνδράχνην, ὕοσκύαμον, ἀείζωον, τὸν ἐκ τῶν τελμάτων φακόν, σέριν, μήκωνα, πολύγονον, ῥόδων φύλλα καὶ τὰ παραπλήσια, ποτὲ μὲν καταχρίοντες αὐτά, ποτὲ δὲ μετὰ ψυχῶν ὀξυκράτῳ βραχεικῶν ἢ κριθίνων ἀλεύρων ἅμα ῥόδινῳ καταπλάσσοντες. ἐπὶ δὲ τῆς ἐρυσιπελατώδους φλεγμονῆς τῶν ἄρθρων ἐπιφανῶς παρηγορεῖ κολοκύνθης νεαρᾶς τὸ λέπος ἐπιτιθέμενον πέπονός τε καὶ σικύου ἢ σάρξ καθ’ ἑαυτὰ τε καὶ μετὰ ἄρτου περδικίου τε φύλλα καὶ κισσοῦ σὺν ἄρτῳ ἢ πάλῃ ἀλφίτου· καὶ τὸ φύλλιον δὲ συνεψόμενον ἀλεύρῳ κριθίνῳ τὰς πυρώσεις τῶν φλεγμονῶν θαυμαστῶς παραμυθεῖται, ὡσαύτως καὶ ἡ ῥοδίνη κηρωτὴ σὺν τινὶ τῶν ἐμψυχόντων χυλῶν ψυχρισθεῖσα καὶ ἡ διὰ τοῦ κυαμίνου ἀλεύρου· ἔχει δὲ οὕτως· κηροῦ Γ ε, χαμαιμλίνου Γ β ζ’, ῥοδίνου Γ β ζ’, κυαμίνου ἀλεύρου Γ ζ’, ψῶν ε τὰς λεκίθους.