Ancient Greek
313.2 to 313.5
Paulus, Epitomae Medicae Libri Septem 313.2-5
Unproofread scanNot analysed yet
Ἄλλο κατάπλασμα. μαλάχας ἕψας χλωρὰς τρίψον καὶ φύλλιον κατ’ ἰδίαν ἵσοποιήσας ἐπίμιξον, εἶτα προσπλῆξας ψῶν τὰ κρόκα καὶ ἔλαιον χαμαιμλίνον κατάπλασσε. πολλῆς δὲ καὶ δυσυπομονήτου τῆς ὀδύνης οὖσης καὶ τοῖς διὰ κρόκου καὶ γλαυκίου καὶ ὀπίου χρηστέον δι’ ὀξυκράτου λείουντας αὐτὰ καὶ ἤτοι καταχρίοντας ἢ μετὰ ψυχῶν καταπλάσσοντας. ὁ δὲ Γαληνὸς τούτου μέμνηται· ὅπου μήκωνος <δ, κρόκου <α, λεάνας μετὰ γάλακτος βοείου ἢ αἰγείου ἄρτου τὸ ἐντὸς ἐπίβαλλε καὶ μαλάχας παράπτου ῥόδινῳ καὶ χρω καταπλάσματι, ἢ τὸ ὅπιον καὶ τὸν κρόκον τρίψας μετὰ τοῦ γάλακτος ἀναλάμβανε κηρωτὴ ῥοδίνη. καὶ ἡ διὰ τῆς τουρπαίνης δὲ κηρωτὴ τῆς αὐτῆς ἐστι δυνάμεως ἐν παροξυμοῖς καὶ τὸ ἔλαιον τὸ δι’ αὐτῆς. καὶ τοῦτο δὲ παραπλησίον ἐστι· ψυχῶν βραχεικῶν εἰς ὕδωρ ἢ εἰς ὀξὺ κρατον καὶ ἀείζωου ἢ στρύχνου