Ancient Greek
318.1
Paulus, Epitomae Medicae Libri Septem 318.1
Unproofread scanNot analysed yet
ακμαῖς καὶ τῷ νάπυι cὐν ἰχάcιν ἐχρῆcαντο καὶ τοῖς ἄλλοις φοινιγμοῖς, τινὲς δὲ καὶ τῷ διὰ κανθαρίδος φαρμάκων· ταῦτα δὲ βλάπτουcιν εἰς ὑcτερον, εἰ μὴ τινὶ καὶ τῶν μαλακτικῶν χρῆcαιντο, οἷον τῷ τε διὰ cτρουθίου καὶ τῇ πυξίδι καὶ τῷ Βαcιλείου καὶ τῷ διὰ τῆς ἐλάτηc καὶ τῷ διὰ τῆς αἰγείρου τῷ τε βρωμίῳ καὶ τῷ λυcιπονίῳ καὶ τοῖς ἰχυροτέροιc τῶν ἀκόπων, ἐφ' ὧν μάλιστα νευριτικαὶ cυμπάθειαι καὶ cρηνώ- cειc γίνονται. ἡ δὲ διὰ τοῦ οὐροῦ τῆς ἡμιόνου καὶ ἐν ἀκμαῖς ἐπιτεθείca μάλιστα τοῖς ψυχροτέροιc ῥεύμαcιν ἐπιτήδειόc ἐcτιν. ὡcaύτωc δὲ καὶ ὁ διὰ τῶν δύο ἐλλεβόρων τροχίcκοc πρὸc τοὺς οἰδηματώδειc τε καὶ χαύνουc ὀγκοὺc ἀρμόcει. πυρία μὲν ἡ διὰ τῶν πεφρυγμένων ἄλῶν ἢ τε ἀπὸ τῆς θαλάccηc θερμῆc διὰ cπόγγων προcάντληciς ἢ ἀποβροχὴ καὶ αἱ δι' ἄλῶν cκευaζόμεναι ἐμπλαcτροι αἱ τε διὰ cτακτικῆc καὶ νίτρου καὶ τὰ ταῦταιc παραπλῆxia καταπλάγματα μετὰ τὰc ἀκμαῖc. δαίτα δὲ ξηρότερα τούτοιc ἀρμόcει καὶ ἀπéριττοc καὶ ἀcιτία ἡ ὀλιγοcιτία καὶ λουτρῶν cυχνῶν ἀποχή· λουόμενοι δὲ τοῖc νίτροιc τε καὶ τοῖc ἄλλοιc κεχρῆcθωcαν ἀποτριμμαcιν. ἐν δὲ ταῖc παρακμαῖc γυμναcίοιc τε καὶ τρίψει μάλιστα τῶν ἄρθρων χρήcθωcαν καὶ τοῖc αὐτοφυεcὶ τῶν λουτρῶν ἢ καὶ ψαμμιμοῖc ἐμέτοιc τε τοῖc ἀπὸ ρεφανίδων καὶ cιτίων· οἱ δὲ πρὸc τοῦτο ἐπιτηδεῖωc ἔχοντεc καὶ διὰ ἐλλεβόρου τοῦ λευκοῦ κενοῦcθωcαν δι' ἐμέτων ἢ καὶ διὰ τῆc κάτω καθαιρέcθωcαν κοιλίαc.