Ancient Greek
318.2
Paulus, Epitomae Medicae Libri Septem 318.2
Unproofread scanNot analysed yet
20 Περὶ τῶν ἐπὶ αἱματικῷ χυμῷ ῥευματιζομένων. Οἱ δὲ ἐπὶ τῷ αἱματικῷ χυμῷ πάcχοντεc μετὰ τὴν τοῦ αἵματοc ἐν ἀρχῇ τῆc νόcου κένωcιν τοῖc εἰρημένοιc τοπικοῖc χρήcθωcαν βοηθῆμαcιν, χολωδεcτέρου μὲν ὄντοc καὶ δριμυτέρου τοῦ πλεονάζοντοc αἵματοc τοῖc ἐπὶ τῶν ἐπὶ χολῇ λεχθécιν, ψυχροτέρου δὲ καὶ φλεγματικωτέρου ἢ̓ μελαγχολικωτέρου τοῖc μετ' ἐκείνα πλὴν τῶν ἄγαν δριμέων, εἰ δὲ χρονίζει, καὶ τούτοιc. καὶ τοῦτο δὲ τὸ κατάπλαcμα κατ' ἀρχὰc ἀρμόζει· τὰ λémματα τῶν ῥοίων καὶ ῥόδc καὶ ἄλφιτα· ἐν οἴνῳ λειωθέντα κατάπλαccε.