Ancient Greek
322.2
Paulus, Epitomae Medicae Libri Septem 322.2
Unproofread scanNot analysed yet
1 Τὰ χίμετλα ἑλκώδεις εἰσὶ διαθέσεις περὶ τοὺς δακτύλους τῶν χειρῶν καὶ ποδῶν συνισταμένα χειμῶνος ὥρα. δεῖ οὖν αὐτὰ θαλάσση χλιαρᾷ καταντλεῖν ἢ τεύτλου ἀφεψήματι ἢ φακοῦ ἢ ὄροβου ἢ ἀσφοδέλου ῥίζης, μετὰ δὲ τὴν κατάντησιν φακοὺς ἑφθoὺς ἐν οἴνῳ λειώσας κατάπλασσε ἢ εὐκα λεῖα μετ' ἐλαίου λεάνας ἐπιτίθει ἢ στυπτηρίαν καὶ ἄλευρον ἴσα τρίψας ἐν οἴνῳ κατάπλασσε ἢ τρυγὶ ὑποζήρῳ ἢ βολβῷ προσφάτῳ οἴνῳ λειωθέντι κατάπλασσε ἢ σκόρδα ἐν ἐλαίῳ φρύξας καὶ ρίψας κηρὸν τῷ ἐλαίῳ σύμμετρον τήξας ἐπιτίθει ἢ σῖδια ροιάς ἐψήσας οἴνῳ καὶ λειοτριβήσας ἀνάλαβε κηρωτὴ ῥόδινὴ καὶ χρῶ προκαταιονῶν ἀφεψήματι θέρμων ἢ μάνναν καὶ θεῖον ἄπυρον σὺν μέλιτι ἑφθῷ ἐπιτίθει. ὁ δὲ τοῦ ὕοσκύαμου χυλὸς ἐπιχρίμενος συνεχῶς ἀφλετμάντους καὶ ἀπόνους ποιεῖ.