Ancient Greek
322.3
Paulus, Epitomae Medicae Libri Septem 322.3
Unproofread scanNot analysed yet
2 Μαρκέλλιον πρὸς χίμετλα. Γογγύλης ρίζαν γλῦσας εἰς τὸν βόθρον αὐτῆς ἔμβαλε κηροῦ Γ β, ἐλαίου σχινίνου, καὶ ἐψήσας ἐν διπλώματι ἢ ἐν θαλάσσῃ ἢ ἄλμῃ ἢ ἀφεψήματι θέρμων τοῦτο μὲν προσάντλει, τὸ δὲ τακεὲν ἐν τῇ γογγύλῃ κηρώτιον ψύσας ἐπιτίθει. ἐπὶ δὲ τῶν εἰλκωμένων χιμέτλων λιβάνου σχιστῆς, μίλτου, ῥητίνης τὸ ἴσον, στέατι ὑεῖῳ ἄνεις χρῶ. πρὸς δὲ τὰ μετὰ φλεγμονῆς εἰλκωμένα τῷ ἐξαφαρμάκῳ χρήσαι· ἐλαίου Γ θ, ταυρείου στέατος καὶ χολῆς ἀνὰ λι. α, λιθαργύρου Γ ζ, κολοφωνίας Γ δ, μέλιτος Γ ζ.