Ancient Greek
322.5
Paulus, Epitomae Medicae Libri Septem 322.5
Unproofread scanNot analysed yet
3 Πρὸς τὰς τῶν δακτύλων ῥαγάδας καὶ τῶν ὅλων ποδῶν. Πίσση ὑγρᾷ κατάχρι ἢ καρκίνον ποτάμιον ἢ θαλάσσιον καύσας ἐπ' ἀνθράκων ἀπόξεσον τὸ ὀστρακον καὶ μετ' ἐλαίου τρίψας καὶ πάχος μέλιτος ποιήσας προσαποσμήσας τὰς ῥαγάδας ἔνσταζε. ποιεῖ δὲ καὶ σκίλλης τὸ ἐντὸς ἐλαίῳ λεςθὲν καὶ τερμινθίνῃ συλλεανθὲν καὶ κέρας αἴγειον καυθὲν καὶ ἀναληφθὲν στέατι αἰγείῳ. δεῖ δὲ περικαθαίρειν τοὺς τύλους καὶ οὕτω χρήσθαι τοῖς φαρμάκοις.