Ancient Greek
330.9
Paulus, Epitomae Medicae Libri Septem 330.9
Unproofread scanNot analysed yet
10 λακτος ἀπεχέσθωσαν, δριμυφαγήσαντες δὲ ἐξεμεῖτωσαν ἀπὸ τε ῥαφα- τήκων <ᾱ πινέσθω. καὶ τῆς καλαμίνθης δὲ τὸν χυλὸν ὡς πρακτικώτατον ἐπαινοῦσι βοήθημα πινόμενον· ἄρχεσθαι δὲ φασι ἀπὸ κυάθων γ ἄχρι ξ. ἀπάντων δὲ μᾶλλον ἢ δι’ ἐχιδνῶν θηριακὴ δραστήριος ὑπἄρχει πινομένη τε καὶ ἐξωθεν συγχρισμένη. εὐπορίας δὲ παρούσης τῶν θηρίων οὐδὲν οὕτως ἐστὶ δραστήριον ὡς αἱ τῶν ἐχιδνῶν σάρκες ἐσθίομεναι καθηψμέναι λευκῷ ζωμῷ δι’ ὕδατος πλείονος καὶ ἄλως καὶ πρᾶσου καὶ ἄνθου ἄχρι τῆς τῶν ἄκανθῶν διακρίσεως προαποκοπείσων πρότερον τῶν τε κεφαλῶν αὐτῶν καὶ τῶν οὐρῶν οἷον ἀπὸ δακτύλων δ, ἀφαιρεθέντων δὲ καὶ τῶν ἐντὸς αὐτῶν καὶ τοῦ δέρματος. καὶ θηριακοὶ δὲ ἄλες τῆς αὐτῆς κατ’ εἶδος εἰσὶν ἐπαγγελίας σὺν τοῖς ὀμοῖς λαμβανόμενοι· οὕτω γὰρ αὐτῶν χρημένων συμβαίνει ποτὲ καὶ λεπίδας ἢ οἷον τινα λῦπην ἀπὸ τοῦ δέρματος αὐτῶν ἀφίστασθαι.