Ancient Greek
331.2
Paulus, Epitomae Medicae Libri Septem 331.2
Unproofread scanNot analysed yet
Ἡ δὲ δίαιτα τοιαύτη τις ἔστω. 4 Μετὰ τοὺς ὕπνους προνηλασθῆσθαι τε καὶ τῆς κοιλίας ἀποπειραθεὶς αἰωρεῖσθω τε καὶ ἀναφωνεῖτω, εἶτα τριβέσθω καὶ γυμναζέσθω ποικίλως τὰ μὲν ἀφαλλόμενος, τὸ δὲ πλεὸν ἀλτήρσιν τε καὶ κυρῦκω χρώμενος· ἀπομαζάμενος δὲ τὸν ἰδρώτα συγχρισέσθω στέατι ἄρκείω ἢ ἄλωπεκείω ἢ τραγείω ἢ τῶν πτηνῶν τινος ἢ βουτύρω προσφάτῳ, μικρὸν δὲ διαλιπτῶν λουέσθω συγχρισάμενος χυλὸν τῆλεως ἢ πτισάνης ἢ ἄμμωνιακοῦ βραχὺ ὀξεῖ διεμμένῳ. μετὰ δὲ τὸ λουτρὸν ἀπομαζάμενος ἐπαλειφέσθω σχινὶν ἢ οἰνανθίνῳ ἢ μυρίνῳ καὶ οἶνῳ βραχεῖ μετὰ στυπτηρίας ἢ ἄμμωνιακοῦ εἰς γλοιοῦ πάχος· ἀπομαζάμενος δὲ αὐθὶς ἀπαλοῖς ῥάκεσιν ἡσυχάζετω ἡμιώριον, μεθ’ ὃ πιὼν ὕδωρ ἀπεμεῖτω καθέσει δακτύλων ἢ πτερῶν· ἑμέας δὲ πινέτω ἀμινθίτην οἶνον ἢ ὀριγανίτην. αἱ δὲ τροφαὶ ἔστωσαν ἄρτος τε κριθίνος ἢ μᾶζα ἐξ ἀλφίτων, λαχάνων δὲ σεῦθλον, θριδακίνη, βέφανός τε καὶ πρᾶσα καὶ κράμβα δις ὕδασι ἀπογλυκανθέντα καὶ κάππαρις, τῶν δὲ ἐκ θαλάσσης ὄστρεα, πελωρίδες, ἐχῖνοι, κτένια, τέλλινες ἄμα σεύθλοις καθηψμέναι, τάριχος παλαιὸν ὡς ἐν