Ancient Greek
333.2 to 333.3
Paulus, Epitomae Medicae Libri Septem 333.2-3
Unproofread scanNot analysed yet
ἐπειδή δὲ τῶν εὐμεταδότων ἐστὶ τὸ πάθος οὐχ ἧττον ἢ λοιμός, ἀποικιστέον αὐτοὺς ὡς ὅτι πορρωτάτω τῶν πόλεων ἐν μεσογείοις καὶ καταψύχροις καὶ ὀλιγανθρώποις χωρίοις, εἴπερ οἷόν τε, κάντεῦθεν δὲ μεταβαινέτωσαν εἰς τὰ παρακείμενα διὰ τε αὐτοὺς καὶ τοὺς ὡς εἰκὸς ἐντευξομένους συχνότερον· αὐτοὶ τε γὰρ ἐπιηδειοτέρῳ τῷ ἀέρι χρήσονται καὶ οὐκ ἂν μεταδοίεν ἄλλοις τοῦ κακοῦ. β’ Περὶ λέπρας καὶ ψώρας. Τούτων τῶν παθῶν ἕκαστον τραχυσμὸς ἐστὶ τῆς ἐπιφανείας μετὰ κνησμοῦ καὶ ἀποψήσεως σωμάτων ἐκ μελαγχολικοῦ χυμοῦ τὴν γένεσιν