Ancient Greek
334.1
Paulus, Epitomae Medicae Libri Septem 334.1
Unproofread scanNot analysed yet
ἔχων· ἀλλ᾽ ἡ μὲν λέπρα διὰ βάθους ἐπινέμεται τὸ δέρμα κυκλωτερώς μετὰ τοῦ φολιδωδεῖς ἀφρίεναι λεπίδας, ἡ δὲ ψώρα ἐπιπολαιοτέρα τέ ἐστι καὶ ποικίλως ἐσχηματισμένη καὶ πιτυρώδης ἀφίησι σώματα. ἐφ᾽ ὧν δεῖ φλεβοτομίαν παραλαμβάνειν πληθωρικωτέρου σοι φαινομένου τοῦ σώματος, εἰ δὲ μή, πάντως γοῦν κάθαρσιν διὰ τῶν τὴν μέλαιναν ἐκκενοῦντων χολήν· ἔσθω δὲ χρήσις κοινῶς μὲν τοῖς τε ἐλλεβόροις ἐκατέροις, καὶ τὴν τίτανον πεπλυμένην ἔχε ξηράν, ἐπὶ δὲ τῆς χρείας ὕδατι διαλύων εἰς γλοιοῦ πάχος κατάχρειε.