Ancient Greek
335.1 to 335.4
Paulus, Epitomae Medicae Libri Septem 335.1-4
Unproofread scanNot analysed yet
Ἄλλο. ψιμουθίου Γ Lʹ, ἀμύλου Γ Lʹ, μολίβδου Γ ᾱ, λωτάρια ἐρυθρὰ 4 ἢ ἀγχούσης Γ β, κηροῦ Γ ξ, ῥοδίνου Γ θ· τὴν ἀγχουσαν ἔψησον καλῶς μετὰ τοῦ ῥοδίνου, εἶτα ἐπίβαλε τὰ λοιπά. Ἄλλο. ψὰ ἰ ἢ ὀσα πρὸς τὴν χρείαν ἀποβρέξας ἐν ὄξει δριμυτάτῳ, ἕως οὖ τὸ λέπος αὐτῶν ἀπαλὸν γένηται, ἔψησον ἐν αὐτῷ τῷ ὄξει, εἶτα τὰ κροκὰ αὐτῶν συλλεᾶνας τῷ ῥοδίνῳ καὶ τῷ λοιπῷ ὄξει καὶ λιθαργύρου κυμμέτρῳ εἰς γλοιοῦ πάχος κατάχριε. Ἄλλο. τῶν ψῶν τῶν διὰ τοῦ ὄξους κροκὰ γ, ῥοδίνου Γ ξ, θείου ἀπύρου Γ γ· προεκλειώσας μετὰ τοῦ ὄξους τὰ κροκὰ καὶ τὸ θεῖον ἐπίβαλε τὴν κηρωτήν. καὶ ἡ λιθάργυρος δὲ τῷ ὀξυροδίνῳ λειουμένη, ὡς ἐμπλαστρώδης 5 γενέσθαι, τὰς δριμυτέρας ψύρας ἀποκαθαίρει. καὶ τὰ διὰ λαπάθου δὲ σμήγματα καὶ τὰ πλεῖονα τῶν πρὸς τοὺς ἐλεφαντιῶντας σμηγμάτων κοινῶς ἐπὶ τε λέπρας καὶ ψύρας ἀρμόζει.