Ancient Greek
335.5
Paulus, Epitomae Medicae Libri Septem 335.5
Unproofread scanNot analysed yet
γʹ. Περὶ λειχῆνων. Μιχθέντων ἰχώρων λεπτῶν καὶ δριμέων ἑτέροις παχυχύμοις οἱ 1 λειχήνες γίνονται ῥάδιως εἰς ψώραν καὶ λέπραν μεθιστάμενοι· διὸ τῶν ἰχυρῶς ἐπραινόντων χρήζουσι φαρμάκων. μετὰ οὖν τὴν ὀλοὺ τοῦ σώματος, εἰ δεῖχοι, κένωσιν, ἀπλὰ μὲν αὐτοῖς ἀρμόσει ἐρέβινθος, ἐλλέβορος, λειχὴν ὁ ἐπὶ τῶν πετρῶν, πίττσα μιγνυμένη κηρωτῇ καὶ ῥητίνη, 20 κροκοδείλου χερσαίου κόπρος καὶ ἡ τῶν ψάρων, ὅταν ὀρυζᾶν μόνην ἐσθίωσιν. πολλοὶ δὲ τούτῳ μόνῳ τοὺς ἐπὶ τῶν γενείων ἢ ἄλλῃ τῃ λειχήνας ἱάθησαν· πυροὺς πολλοὺς λαβὼν ἐπὶ τινος ἄκμονος ἐπιτίθει διαπύρου καὶ τὸ ἀπορρέον ἐξ αὐτῶν ὑγρὸν ἐπὶ θερμὸν λαμβάνων ἐπίχριε τοὺς λειχήνας. τοὺς δὲ τῶν παιδίων λειχῆνας σιέλῳ ἀνθρύπου 25 συνεχῶς ἀπότριβε. τοῦτοιο ποιεῖ καὶ τῆς κοκκομηλέας τὸ κόμμι χρῴομενον. χρονιζόντων δὲ τῶν λειχῆνων ἄγνου φύλλα τρίψας σὺν ὄξει κατάπλασσε ἢ καππάρεως τὰ φύλλα ὁμοίως. σύνθετα δὲ ταῦτα· θεῖον μετὰ λιβανωτοῦ ἢ μετὰ ἀμμωνιακοῦ διεῖς ὄξει κατάχριε.