Ancient Greek
342.1
Paulus, Epitomae Medicae Libri Septem 342.1
Unproofread scanNot analysed yet
θ'. Περί ἐπινυκτίδων. Αἱ ἐπινυκτίδες ἐλκύδριά εἰσιν ἀπὸ ταυτομάτου ἐξανθοῦντα, φλυκταινοειδῆ, ὑπέρυθρα, ὧν ἐκρηγνυμένων ἰχώρ ὑφαῖμος ἀπορρεῖ. ταῦτα τῆς μὲν ἡμέρας οὐ πᾶν ἐνοχλεῖ, νυκτὸς δὲ ἐπώδυνά ἐστι μᾶλλον ἢ κατὰ τὸ ἕλκος. ὅπὸν οὖν σιφρίου ὕδατι διείς ἐπιτίθεις· ἑπράινει γὰρ ἄνευ δόξεως· ἢ κώνειον ἐκλεᾶνας ἐπιτίθεις ἢ κράμβην ὠμὴν μεθ' ὕδατος ἢ σέλινον μετὰ ἄλφίτου τρίψας κατάπλασσε ἢ ὕοσκύαμου φύλλα μετὰ μέλιτος τρίψας ἐπιτίθεις ἢ στρύχνον καθ' ἑαυτὸ καὶ μετὰ κορίου χλωροῦ, ἢ ἐλαίας φύλλοις ἐφθοῖς μετὰ ὕδατος χρωῖ, ἢ σταφίδας ἐκγιγαρτισθείσας λείας σπληνίῳ ἐπιπλάσας ἐπιτίθεις ἢ ἀδίαντον τρίψας μετὰ μέλιτος. φυλακτέον δὲ τὴν τῶν δριμέων καὶ ὀξέων καὶ ἀλυκῶν προσφορὰν καὶ πυρίαν καὶ λουτρὸν καὶ ἥλιον.