Ancient Greek
342.3
Paulus, Epitomae Medicae Libri Septem 342.3
Unproofread scanNot analysed yet
ι'. Περί φλυκταινῶν. 1 Τὰς δὲ μὴ ῥηγνυμένας αὐτομάτως φλυκταινάς, ἐπώδυνους δὲ γινομένας, ὀξεῖα βελόνῃ τιτρώ προσχέει καθ' ὑπόρρυιν, εἶτα ἐκθλίβειν πρᾶως τὸ ὑγρὸν τὸ δέρμα τὸ προκειμένον ἐῶντα· κἂν πληρωθῇ μύσαντος τοῦ τραύματος ἢ φλύκταινα, πάλιν δεῖ τιτράν ὁμοίως καὶ ἐκθλίβειν, καὶ φυλάττειν τὸ δέρμα προσταλέν, ἄχρις ἂν ἀπουλωθῇ τὸ ὑπ' αὐτὸ εἰλκυμένον. πρὶν μὲν οὖν ἐκραγήναι τὰς φλυκταινάς ἐφθώ φακῷ λείψ μεθ' ὕδατος κατάπλασσε ἢ ῥοίας ῥαβδία χλιαίνων ἐπὶ τέφρας θερμῆς προστίθεις καὶ κατόπτα τοὺς τόπους. ἐὰν δὲ ἐκραγῶσι καὶ ἕλκος γένηται, στέαρ ὕειον τήσας καὶ λιθαργύρου λείας μῖξας καὶ εἰς ὀθόνιον ἐμπλάσας ἐπιτίθεις ἢ κρίνου ῥίζαν ἐψήσας ἐν ὕδατι καὶ τρίψας μετὰ κηρωτῆς ἐπιτίθεις.