Ancient Greek
344.1 to 344.3
Paulus, Epitomae Medicae Libri Septem 344.1-3
Unproofread scanNot analysed yet
ιβ΄. Πρὸς τοὺς ὑπὸ μαστίγων πληγέντας. Ψιμυθίου καὶ λιθαργύρου ἴσα, κηροῦ τὸ τετραπλοῦν μετὰ Σουσίνοῦ ἢ ῥοδίνου· ὡς ἐμπλάστρῳ χρῶ· τῇ δὲ πρώτῃ ἡμέρᾳ κατ᾽ ἰδίαν τῷ Σουσίνῳ μόνῳ χρῶ. ἢ κρόκου <ᾱ, τραγακάνθης <ᾱ, ὡνὸν ὁλόκληρον χωρὶς τῶν λεπύρων ἐνῦσας χρῶ. τοῖς μεμαστιγωμένοις δέρμα προβάτου νεωστὶ ἐκδεδαρμένου θερμόν ἐπὶ περιτεθέν θεραπεύει παντὸς μᾶλλον ἐν ἡμέρᾳ μιᾷ καὶ νυκτί. ιγ΄. Τρίχας ἐκ κατακαυμάτων φυῆναι. Τρίχες δὲ ἐκ κατακαύματος φύουσιν, ἐὰν συκῆς φύλλα ἐν χύτρᾳ ὀπτὰ μετὰ κηρωτῆς ἐμπλάστρων ἐπίθης· ἢ Καρικῆς <ῃ, σαμψύχου <ᾱ τρίψας μετ᾽ ἐλαίου κηρωτῆς πάχος χρῶ. ἢ λατύπης <ρ, λεπίδος <ι, μεθ᾽ ὕδατος ἀναπλάσας τροχίσκους ἔχε, ἐπὶ δὲ τῆς χρείας ἄνιε μέρος ἐν πρὸς ἡ μέρη κηρωτῆς.