Ancient Greek
344.5
Paulus, Epitomae Medicae Libri Septem 344.5
Unproofread scanNot analysed yet
ιδ΄. Πρὸς ἀποσύρματα. 1 Ἐπὶ δὲ τῶν ἀποσυρμάτων καὶ τῶν ἐπιπολαίων ἑλκῶν ταῖς πρώταις ἀποστυψας ἢ οἶνῳ ἢ ὀξεί ἢ ὀξάλῃ ταῖς ἐξῆς εἰς ἀπούλωσιν χρῶ ταῖς τε λιπαραῖς καὶ τῶν λευκῶν ἐμπλάστρων ταῖς τρυφεραῖς. ἄκρως δὲ ποιεῖ τοῦτο· ψιμυθίου μέρος ᾱ, ἄμμωνιακοῦ τὸ λ΄, μυρσίνου τὸ ἄρκουν· λεάνας ἐν ὕδατι τὸ ἄμμωνιακὸν μῖξον τὸ ψιμύθιον παραχέων τὸ μύρσινον καὶ χρῶ λιπαρῶ· ἢ λατύπῃ καλῶς πεπλυμένῃ λεπίδᾳ χαλκοῦ πρόσμιξον καὶ μυρσίνῳ λεάνας χρῶ, ἢ κιμωλίαν καὶ λιθάργυρον μετ᾽ οἴνου καὶ κικίνου καὶ μυρσίνου λεάνας χρῶ.