Ancient Greek
346.2
Paulus, Epitomae Medicae Libri Septem 346.2
Unproofread scanNot analysed yet
ιζ’ Περὶ φλεγμαονῆς. 1 Κοινῶς μὲν τοὺς θερμοὺς ἅπαντας καὶ ὀδυνηροὺς μετὰ φλογύσεως ὀγκοὺς φλεγμαονᾶς προσἀγορεύειν εἴωθασιν· παρὰ δὲ τὴν ἐργαζομένην 10 αὐτοὺς ὑλὴν διάφορον ὑπάρχουσαν καὶ τούτων τὴν διαφορὰν ἐξαλλάττεσθαί φασιν· αἵματος μὲν γὰρ χρηστοῦ καὶ συμμέτρου τῷ πάχει ῥυέντος εἰς τι μόριον ἀθρόως καὶ διὰ τὸ πλήθος σφηνωθέντος τὴν ἰδίαν προσἀγορευομένην γίνεσθαι φλεγμαονὴν, χολῆς δὲ ξανθῆς κατὰ τι μόριον ἰσταμένης ἔρητα, αἵματος δὲ καὶ χολῆς ἅμα ξανθῆς ἐπιρρεύντων τὸ 15 ἑρυσίπελας συνίστασθαι. ὅταν δὲ τὸ ἐπιρρεῶν αἷμα θερμὸν ἱκανῶς ἢ καὶ παχύ, τοὺς ἄνθρακας ἐργάζεσθαι πέφυκεν.