Ancient Greek
346.4
Paulus, Epitomae Medicae Libri Septem 346.4
Unproofread scanNot analysed yet
2 οὐκοῦν ἀπὸ τῆς ἰδίας ὀνομαζομένης φλεγμαονῆς ἀρκετὸν ἐπὶ πολλῶν ἀεὶ συμβαινούσης, ἥτις ὀγκὸς ἐστὶν ἐνερευθὴς καὶ ὀδυνηρὸς καὶ ἀντίτυπος καὶ θερμὸς ἐξ αἵματος, ὡς ἔφην, χρηστοῦ τὴν γένεσιν ἔχων, 20 ποτὲ μὲν ἐξ ὅλου τοῦ σώματος φερομένου, ποτὲ δὲ ἐν αὐτῷ τῷ μορίῳ πλεονάσαντος, ὡς μὴ στέγεσθαι πρὸς τῶν ἀγγείων ἀλλὰ διεκπίπτειν ὁροσχειδῶς εἰς τὰς μεταξὺ κενὰς χώρας. καὶ τρώσει δὲ πολλάκις καὶ κατάγμασιν ἕλκεσι τε καὶ ἑτέροις πλείοσιν ἐξωθεν αἰτίοις τοῦτο τὸ πά- 3 θος ἔπεται. ἐπειδὰν οὖν ἐξαίφνης φλεγμαονὴν τι μόριον ἄνευ τοῦ προ- 25 ηγῆσασθαι φανερὰν αἰτίαν, ὅλου δὲ τοῦ σώματος ἐπιπεμπόντος τῷ μέρει, τὸ μὲν ὅλον δεῖ κενοῦν διὰ φλεβοτομίας, αὐτὸ δὲ τὸ φλεγμαίνον ἐπιβρέχειν τε καὶ καταπλάττειν μὴ τοῖς θερμαίνουσι καὶ ὑγραίνουσιν ἀλλὰ τοῖς ἀπωθεῖσθαι μὲν τὸ ἐπιρρεῶν δυναμένοις, τὸ δὴ ἤδη περιεχόμενον ἐν τῷ πεπονθότι κενοῦν. καταπλάττειν οὖν τῷ δι’ ἀειζώου 30 καὶ λεμμάτων ῥοίας ἐφθύν ἐν οἴνῳ κηροῦ τε καὶ ἀλφίτων συγκεμένων. ὀδύνης μὲν οὖν σφοδρᾶς οὐκ οὔσης τούτῳ τε καὶ τοῖς τοιούτοις χρη-