Ancient Greek
347.1
Paulus, Epitomae Medicae Libri Septem 347.1
Unproofread scanNot analysed yet
στέον· cὐν ὀδύνη δὲ μείζονι τοῦ μορίου ῥευματιζομένου μηδὲ οὕτως μὲν ὕδωρ θερμὸν ἢ ἔλαιον προσφέρειν ἢ τὰ διὰ τῶν ἀλεύρων καταπλάσματα· πολέμια γὰρ ταῦτα πάντα ταῖς ῥευματικαῖς διαθέσεσι· παραμυθεῖσθαι δὲ τὸ σφοδρὸν τῆς ὀδύνης τῷ διὰ γλυκέος καὶ ῥοδίνου καὶ κηροῦ βραχέος ἐρίοις ῥύπαροις οἰcupὸν πολὺν ἔχουσιν· ἀναλαμβάνονται δὲ καὶ προσφέρονται θέρους μὲν ψυχρά, χειμῶνος δὲ χλιαρά, περιλαμβάνοντα καὶ τοὺς ἄνωτέρω τόπους τῶν πεπονθότων μορίων, σπόγγῳ βραχέντι οἴνῳ αὐστηρῷ ἢ ὀξυκράτῳ ψυχρῷ. παραμικτέον δὲ τοῖς καταπλάσμασι καὶ τὰς πρὸς τοῦτο χρήσιμους πόας. ἑλεῖνη τοίνυν πρὸς πᾶσαν φλεγμονὴν ἀρμόττει ἐν ἀρχῇ τε καὶ ἀναβάσει, γλαύκιον ὁμοίως, ἀτράφαξυς καὶ μαλάχη θρίδαξ τε καὶ κολοκύνθη πρὸς τὰς θερμὰς ἐπιπλαττόμεναι. ποιοῦσι καὶ τρίβολοι ἀμφότεροι πρὸς τὰς ἐκ ῥεύματος φλεγμονάς, κράμβη δὲ πρὸς τὰς σκληρυνόμενας. παραλλαγῆς δὲ ἐπὶ τούτοις γενομένης καὶ πύου μὴ ὑποπίπτοντος τῷ διὰ χαλκίτεως ἐμπλάστρῳ φαρμάκῳ θεραπεύειν ἢ τινὶ τῶν ὁμοίων τῶν πρὸς τὰ ῥεύματα ποιούντων, καθαρὸν δὲ ἕριον οἴνῳ βεβρεγμένον αὐστηρῷ ξέωθεν ἐπιβάλλειν τοῦ φαρμάκου. τούτῳ μὲν οὖν ἰάχῃ τῷ τρόπῳ τὰς ἐπὶ ῥεύματι φλεγμονάς· τὰς δὲ ἐπὶ τινὶ προσφάσει συνισταμένας ὑγραίνων καὶ θερμαίνων οὐ βλάψεις, κἄν ποτε χρεία γένηται ἀποχάζειν αὐτάς, δεόντως αὐτὸ ποιήσεις· τὰς δὲ ἐπὶ ῥεύματι φλεγμονὰς ἀποσχάσας, καὶ μάλιστα ἐν ἀρχαῖς, αἴτιός τινος κακοῦ μεγάλου γενήσῃ τῷ πάσχοντι.