Ancient Greek
347.2
Paulus, Epitomae Medicae Libri Septem 347.2
Unproofread scanNot analysed yet
η´. Περὶ τῶν ἐκτὸς τοῦ σώματος ἀποστημάτων. Ἐὰν μὴ δυνατόν σοι φαίνοιτο κωλυθῆναι τὴν ἐκπύησιν, ἄρτον ἐψήσας ἐν ὑδρελαίῳ κατὰπλασε ἢ κριθίνον ἄλευρον παραπλησίως σκευαζόμενον· καταντλείσθω δὲ ὕδατι τὸ μόριον ἀλθαίας ρίζης ἐψηθείσης. ὅταν δὲ δυσεκπύητος ὁ ὀγκὸς ἢ δυσδιαφόρητος ἢ, τῷ διὰ τῶν ἰχάδων καταπλάσματι χρήση· δεῖ δὲ γλυκείας καὶ λιπαρὰς τὰς ἰχάδας ἔχοντας κατατῆκιν ἐν ὕδατι καὶ ποιεῖν ὅμοιον τὸ ὕδωρ μέλιτι λεπτῷ καὶ προσβάλλειν κριθίνον ἄλευρον· καὶ εἰ διαφοροῖτο μὲν ὁ ὀγκός, ἐνδεέστερον δέ, ταῖς ἰχάσιν συνψεῖν ὕσσωπον ἢ ὄρίγανον, εἰ δὲ ἐπιτεῖναι βούλη-