Ancient Greek
348.1
Paulus, Epitomae Medicae Libri Septem 348.1
Unproofread scanNot analysed yet
θεῖς μᾶλλον, ἅλας ἐπέμβαλλε τῷ ἀφευήματι· πρόσεχε δὲ ἀκριβῶς, μὴ διὰ τὸ ξηραίνεσθαι σφοδρότερον σκιρρώδες γένηται τὸ μόριον, κἄν ποτὲ τι τοιοῦτον θεάσῃ, συναφεψεῖν τῷ ὕδατι σικύου ἀγρίου ῥίζαν ἢ ἀλθαίας ἢ βρυωνίας· ἰσχυρότερα δὲ τούτων ἢ τοῦ δρακοντίου καὶ διαφορητικωτέρα ἐστίν, καὶ αὐτὸ δὲ τὸ διὰ τοῦ δρακοντίου φάρμακον ἰσχυρῶς τὰ τοιαῦτα διαφορεῖ. ἔνιοτε μὲν οὖν τοῦτο μόνον ἀφεψεῖς, ἔνιοτε δὲ καὶ ἰσχάδων ἐπεμβάλλεις καὶ τὸ ἄλευρον ἀναμιγνύς ἅμα στέατι. καὶ τὸ ἀνήθινον δὲ ἔλαιον διαφορητικόν ἐστιν καὶ πεπτικὸν ὠμῶν χυμῶν καὶ ἀπέπτων ὀγκῶν· καὶ πίττα συμπέττει τοὺς σκληροὺς καὶ ἀπέπτους ὀγκοὺς ἅπαντας ἐμβαλλομένη τοῖς καταπλάσμασι, καὶ μᾶλλον ἢ ὑγρά.