Ancient Greek
348.2
Paulus, Epitomae Medicae Libri Septem 348.2
Unproofread scanNot analysed yet
2 Φάρμακον σύνθετον τὰ μὲν ἤδη πεπεμμένα τῶν ἀποστημάτων ἀπόνως ἐξεθοῦν, ὡς πολλάκις εὑρίσκεσθαι ἐπὶ τοῦ σπληνίου πύον, τὰ δὲ μὴ πεπεμμένα εἰς τέλος διαφορεῖ. λίθου πυρίτου <ἰβ, ἀμμωνιακοῦ λείου ἱσον, κυαμίνου ἀλεύρου <ἑ· ἀναλάμβανε ῥητὴν ὑγρὰ καὶ εἰς δέρμα ἐπιπλάσας ἐπιτίθει· τὸ δὲ σπλήνιον μὴ ἀφαίρει, μέχρις ἂν αὐτομάτως πέσῃ. δεῖ δὲ μὴ πρὸ πολλοῦ σκευάζειν τὸ φάρμακον· ξηραίνεται γὰρ ταχέως.