Ancient Greek
348.4
Paulus, Epitomae Medicae Libri Septem 348.4
Unproofread scanNot analysed yet
3 ἐπὶ τούτοις δὲ μὴ διαφορηθέντος τοῦ ὀγκοῦ, πύου δὲ κατ’ αὐτὸν ὑποπίπτοντος, διελόντα καὶ κενώσαντα τὸ πύον φυλάσσεσθαι μὲν τοῦ λοιποῦ προσφέρειν ἔλαιον ἢ ὕδωρ· ἀλλ’ εἰ καὶ ἀπονίγμαι πώποτε δέοι τὸ τραῦμα, μελικράτῳ τε καὶ ὀξυκράτῳ καὶ οἴνῳ καὶ οἰνομέλιτι χρηστέον. καὶ εἰ μὲν ἔτι φλεγμαίνοι, τὸ διὰ τῆς φακῆς καταπλάσμα· μὴ φλεγμαινότος δὲ τῶν ἄλλων τινὶ φαρμάκων τῶν ἐμπλάστρων ἐπὶ ταῖς τοιαύταις τομαῖς χρησόμεθα, καὶ οὐχ ἥκιστα τῷ διὰ τῆς χαλκίτεως. ἐπιτίθει δὲ κατ’ αὐτῶν σπόγγον ἢ ἕριον οἴνῳ βρέχων στρυφνῶ. τῷ δὲ τραύματι μηδὲν τῶν λιπανόντων φαρμάκων προσφέρειν, οἷον τὸ τετραφάρμακόν ἐστιν· ἀκριβῶς γὰρ δεῖται ξηραίνεσθαι.