Ancient Greek
357.3
Paulus, Epitomae Medicae Libri Septem 357.3
Unproofread scanNot analysed yet
κγ’. Περὶ δοθίηνων. Καὶ ὁ δοθὴν ὀγκος ἐστὶν ἀποστηματώδης ἐκ παχέων χυμῶν ἐν τοῖς σαρκώδεσι μάλιστα τόποις συνιστάμενος, ἐπικεικὴς μὲν ὑπάρχων, ὅταν ἐν αὐτῷ μόνῳ συνίσταται τῷ δέρματι, κακοήθης δέ, ὅταν ἐκ πλείονος ἀνίξη βάθους. διαφοροῦσι δὲ τοὺς δοθίηνας καὶ πέττουσι πυροὶ μαζώμενοι καὶ ἐπιτιθέμενοι, μαστίχῃ Αἰγυπτία, σταφίδες ἐκγυαρτισθεῖσαι καὶ σὺν ἄλει τριβείσαι καὶ καταπλασθεῖσαι· τοῦτο ἢ διαχεῖ ἢ ῥῆσσει. ἢ ἰχάδας ἐφθὰς ἐν ὑδρομέλιτι ἐπιτίθει ἢ ταῖς ἰχάσιν μῖξας ῥητίνην ἐπιτίθει ἢ αὐτὰς τὰς ἰχάδας, ὅταν ὦσι λιπαραί, σχίας, ἢ ζύμην μετὰ νίτρου ἢ λινόσπερμα μετὰ μέλιτος ἢ ὑοσκυάμου φύλλα λεῖα μετὰ βουτύρου. σύνθετα δὲ τὸ τε διὰ ζύμης καὶ τὸ διὰ γύρεως καὶ τὸ ἴδιως δοθηνικὸν προσαγορευόμενον ἀρμόζει. πυρία δὲ μαλακοῖς σπόγγοις συνεχῶς εἰς θερμὸν ὕδωρ ἀποβάπτων, εἴθ’ οὕτως ἐπιτίθει τὰ φάρμακα.