Ancient Greek
357.5
Paulus, Epitomae Medicae Libri Septem 357.5
Unproofread scanNot analysed yet
κδ’. Περὶ τερμίνθου. Ὁ μὲν Ὄριβάσιος φύματος εἶδος φησι τὴν τερμίνθον, ἐπικεῖσθαι δὲ αὐτῆς ἀνωτάτω φλύκταιναν μέλαιναν, ἥς ἐκραγεῖσης τὸ ὑποκάτω ὁμοῖον ἀποσεχυμένῳ φαίνεσθαι, τούτου δὲ διαιρεθέντος πύον εὑρίσκεσθαι. Διοσκορίδης δὲ ὁ Ἀλεξανδρεύς φησιν· τερμίνθοί εἰσιν ὑπερχαὶ ἐπὶ τοῦ χρωτὸς συνιστάμεναι, στρογγύλαι, μελανόχλωροι, ἐοικυῖαι τερμίνθου καρπῷ. καὶ ταύτας οὖν παραπλησίως τοῖς ἄλλοις φυματώδεσιν ὀγκοῖς θεραπευτέον ἐκ τῶν εἰρημένων μεταφέροντας τὰ βοηθήματα.