Ancient Greek
358.2
Paulus, Epitomae Medicae Libri Septem 358.2
Unproofread scanNot analysed yet
1 Τοῦ αἵματος μελαγχολικωτέρου γενομένου καὶ ζέσαντος ἐνσκήμαντὸς τε μορίῳ τινὶ τοὺς ὀνομαζομένους ἄνθρακας γίνεσθαι συμβαίνει, ἅπερ εἰσὶν ἐξαριώδῃ ἕλκη, τὰ πολλὰ μὲν ἀπὸ φλυκταίνης ἀρχόμενα τοῖς πυρικάυστοις ἐμφερῶς, ἐνίοτε δὲ καὶ χωρὶς ταύτης. ἀλλὰ κνῶνται γε πάντως ἐν ἀρχῇ τὸ μόριον, εἶτα ποτὲ μὲν μία φλύκταινα, ποτὲ δὲ πλείους ἐπανίστανται λεπταί, καθάπερ κέγχροι τινές, ὧν ἐκρηγνυμένων ὁμοίως ἐξαριώδες ἕλκος γίνεται παραπλήσιον τοῖς ὑπὸ καυτηρίων γινομένοις, ποτὲ μὲν τεφρώδους τῆς ἐξάρως φαινομένης, ποτὲ δὲ μελαίνης, cὺν τῷ προσέχεσθαι τῇ βάσει καὶ τρόπον τινὰ προσηλώθαι μετὰ νομῆς· ἡ δὲ ἄλλῃ ἐὰρξ ἡ περίε φλογώδης ἰχυρῶς καὶ μέλαινα τῇ χροίᾳ γίνεται καὶ στίλβουσα παραπλησίως ἀσφάλτῳ καὶ πίττῃ· τοιαὕτη δὲ ἐστὶν ἡ ἀκριβῶς μέλαινα χολή. ἀλλ’ οἱ μὲν περὶ τῇ σαρκὶ εὐστάντες ἄνθρακες συντόμως περιγράφονται· οἱ δὲ κατὰ τῶν ὑμῆνων ἢ τῶν νεύρων γινόμενοι μέχρι πολλοῦ παραμένουσι καὶ τῆς συμπαθείας τοῖς ὑποκειμένοις μεταδιδόασιν τόποις, ὥστε καὶ φλεγμονὰς ἐρυσιπελατώδεις αὐτοῖς γίνεσθαι· οὐκ ὀλίγοις δὲ καὶ εἰς διαπύησιν ἐτράπη, τοῖς δὲ πλείστοις καὶ πυρετοὶ συνεδρεύουσι. γίνονται δὲ καὶ κατὰ τινὰς ἐπιδήμους αἰτίας οἱ ἄνθρακες.