Ancient Greek
358.3
Paulus, Epitomae Medicae Libri Septem 358.3
Unproofread scanNot analysed yet
2 θεραπεύειν οὖν τούτους, εἰ μὴ μικροὶ παντελῶς εἰεν, ἀπὸ φλεβοτομίας ἀρχομένους κενοῦντας αὐτοὺς μέχρι λειποθυμίας· καὶ ἀποσχάζειν δὲ μετὰ φλεβοτομίας οὐκ ἀνάγκαστον ἐστι βαθυτέρας ἀμυχαῖς διὰ τὸ τοῦ χυμοῦ πάχος. κατὰ δὲ τοῦ πεπονθότος τοῖς ἀποκρουομένοις μετριῶς καὶ διαφοροῦσι χρῆσόμεθα· τοιοῦτο δὲ ἐστὶ τὸ δι’ ἀρογλώσσω καὶ φακῆς ἐφθῆς κατάπλασμα λαμβάνον ἄρτου κλιβανίτου τὸ ἀπαλὸν μήτε ἄγαν καθαροῦ μήτε ῥυπαροῦ. κατ’ αὐτοῦ δὲ τοῦ ἕλκους ἐπιθήσομεν τῶν σφοδρῶν τι φαρμάκων, οἷον ἐστὶ τὸ τε “Ἀνδρωνος καὶ τὸ Πολυείδου καὶ τὸ Πασίωνος, ἀνιέντες αὐτὰ γλυκεῖ μέχρι γλοιώδους εὐστάσεως, καὶ τὸ Μασσαλειωτικὸν ξηρὸν καὶ αὐτὸ παραπλησίως ἀνειμένον· καὶ ρίζα δὲ δρακοντίου ἢ ἀριστολογίας ἢ ὅπως σιφρίου ἢ Κυρηναϊκός, ἕκαστον δι’ ὄξους, καλῶς ἂν καταχρισθείη. τὰ δὲ ἐρυσιπελατώδη