Ancient Greek
36.9
Paulus, Epitomae Medicae Libri Septem 36.9
Unproofread scanNot analysed yet
παρασχεῖν τὸ σῶμα καὶ εἰς αὐξῆσιν προτρέψασθαι καὶ ἀνδρωδέστερον ἀπεψίας· καὶ κόπους δὲ φυλακτέον καὶ ἐμέτους γεγενημένους καὶ καθάρσεις ὡσαύτως καὶ διάρροϊαν ἐξασπινάϊαν· τὴν γὰρ κεχρονισμένην ἐπιξηραίνουσι. καὶ τὰς σφοδρὰς ἐπιθυμίας οὐκ ἐπαινῶ, ἀλλὰ κελεύω τότε δὴ πλέον ἀντέχειν, καὶ μάλιστα, οἷς νόσημά τί ἐστιν. κάλλιστον οὖν ἐπὶ γυμνασίοις τε καὶ λουτροῖς καὶ μετρίῳ σίτῳ μίγνεσθαι· καὶ γὰρ καὶ πρὸς τὴν ἰσχὺν συμφέρει, καὶ ψύξεις αἱ ἐπιγιγνόμεναι ἧσσον γίνονται. καιρὸς δὲ ἐπιτήδειος μίξεως μετὰ τροφήν, ὡς ἔφη, πρὸ τῶν ὕπνων· καθυπνοῦντι γὰρ εὐθὺς καθίσταται ὁ κόπος. οὕτος δὲ καιρὸς καὶ εἰς παιδοποιίας διὰ τε τἀλλα, καὶ ὅτι ἡ γυνὴ κατακοιμηθεῖσα μάλλον κατέχει τὴν γονήν.